previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. Θεόφραστος δ᾽ ἐν τῷ Ἐρωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν ὡς τὸν οἶνον τῶν χρωμένων τοῖς τρόποις κεράννυσθαι, οὕτως καὶ τὸν Ἔρωτα ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος ... διόπερ [p. 40] ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησιδίδυμα γὰρ τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ᾽ εὐαίωνι τύχᾳ, τὸ δ᾽ ἐπὶ συγχύσει βιοτᾶς.’ δ᾽ αὐτὸς οὗτος ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιγραφομένῳ Τραυματίᾳ φησὶν οὕτως: τίς

οὐχί φησι τοὺς ἐρῶντας ζῆν πόνοις;
οὓς δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους
εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν
μάλιστα προσεδρεύειν τ᾽ ἀρίστους τῷ πόθῳ,
ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους
ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους.
Θεόφιλος δ᾽ ἐν τῷ Φιλαύλῳ:

τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ᾽ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς:
ἥν ἐστ᾽ ἰδεῖν ἥδιον τὸ θεωρικὸν
ἔχουσιν ὑμῖν διαπονεῖν ἑκάστοτε.
[p. 42] Ἀριστοφῶν δὲ ἐν Πυθαγοριστῇ:

εἶτ᾽ οὐ δικαίως ἔστ᾽ ἀπεψηφισμένος
ὑπὸ τῶν θεῶν τῶν δώδεκ᾽ εἰκότως τ᾽ Ἔρως;
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις
ὅτ᾽ ἦν μετ᾽ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ. τὰ πτερὰ
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
δεῦρ᾽ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων
περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν:

τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμὲ
ὡς ἔστ᾽ ἐραστὴς ὅστις ὡραῖον φιλῶν:
τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;
ἄφρων γ᾽ ἀληθῶς. οὔτε τοῦτο πείθομαι
οὔθ᾽ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις
τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. Ἄλεξις Ἑλένῃ:
ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων
ἐρᾷ, τὸν ἄλλον δ᾽ οὐδὲ γινώσκει λόγον,
τῆς ἡδονῆς ἐστ᾽, οὐχὶ τῶν φίλων φίλος,
ἀδικεῖ τε τὸν Ἔρωτ᾽ ἐμφανῶς θνητὸς θεόν,
ἄπιστον αὐτὸν πᾶσι τοῖς καλοῖς ποιῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: