καὶ Ἀριστοφῶν Πλάτωνι:
Ἑρμῆ νεκρῶν προπομπὲ καὶ Φιλιππίδου
κληροῦχε, Νυκτὸς τ᾽ ὄμμα τῆς μελαμπέπλου.
Μένανδρος δὲ Ὀργῇ
ἐν ἡμέραις τρισὶν
ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου.
β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς;
ὅτι δὲ καὶ πεφιλιππιδῶσθαι ἔλεγον τὸ λελεπτύνθαι Ἄλεξις ἐν Μανδραγοριζομένῃ φησὶν
ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν
Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.
πολλῷ οὖν κάλλιὸν ἐστι τοιοῦτόν τινα εἶναι τὴν ἰδέαν ἢ ὥς φησιν Ἀντιφάνης ἐν Αἰόλῳ:
κακῶς ἔχεις,6 στρουθὶς ἀκαρὴς νὴ Δί᾽ ἐγένου [p. 510]
πεφιλιππίδωσαι. Β. μὴ σὺ καινῶς μοι λάλει:
ὅσον οὐ τέθνηκα. α. τοῦ ταλαιπώρου πάθους:
Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς Δεινίαν φησὶ τὸν μυροπώλην διὰ τρυφὴν εἰς ἔρωτα ἐμπεσόντα καὶ πολλὰ χρήματα ἀναλώσαντα, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθέντα ἐκτεμεῖν αὑτοῦ τὰ αἰδοῖα: ταῦτα πάντα ποιούσης τῆς ἀκολάστου τρυφῆς.
τοῦτον οὖν
δι᾽ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος
ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι.