previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

65.

εἰπὼν δὲ τούτοις ἑξῆς τὰ περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν βασιλέως, οἵους καὶ ὅσους ἔχει θεραπευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν χρῶτα αὐτοῦ ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρημάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἔφη κρῖναι τῶν νῦν τὸν τῶν Περσῶν βασιλέα. ‘ πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί. δεύτερον δέ,’ φησί, ‘τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον. ἐκείνῳ μὲν γὰρ τε Ἀσία ὅλη χορηγεῖ. τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον. ὅτι μὲν οὖν περιμάχητός ἐστιν τοιοῦτος βίος φανερὸν ἐκ τῶν συμβεβηκότων. Σύρους μὲν γὰρ Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων ἀφείλαντο τὴν βασιλείαν οὐκ ἄλλου τινὸς ἕνεκα τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν αὕτη δ᾽ ἐστὶν τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις. [p. 474] οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος: καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ὁμαλής, πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καὶ πού τις καὶ ποιητὴς ἐφθέγξατο:


δικαιοσύνας τὸ χρύσεον πρόσωπον.
καὶ πάλιν :

τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.
ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα, ὥστε παρ᾽ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκόμισαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχὴν ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: