previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

53. περὶ δὲ τῆς Ἀλεξάνδρου τοῦ πάνυ τρυφῆς Ἔφιππος μὲν Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἡφαιστίωνος καὶ Ἀλεξάνδρου Τελευτῆς φησιν ὅτι ἐν τῷ παραδείσω ἔκειτο αὐτῷ χρυσοῦς θρόνος καὶ κλῖναι ἀργυρόποδες, ἐφ᾽: ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων. Νικοβούλη δέ φησιν ὅτι παρὰ τὸ δεῖπνον πάντες οἱ ἀγωνισταὶ ἐσπούδαζον τέρπειν τὸν βασιλέα καὶ ὅτι ἐν τῷ τελευταίῳ δείπνῳ αὐτὸς Ἀλέξανδρος ἐπεισόδιόν τι μνημονεύσας ἐκ τῆς Εὐριπίδου Ἀνδρομέδας ἠγωνίσατο καὶ τὸν ἄκρατον προθύμως προπίνων καὶ τοὺς ἄλλους ἠνάγκαζεν. ἔφιππος δέ φησιν ὡς Ἀλέξανδρος καὶ τὰς ἱερὰς [p. 430] ἐσθῆτας ἐφόρει ἐν τοῖς δείπνοις, ὁτὲ μὲν τὴν τοῦ Ἄμμωνος πορφυρίδα καὶ περισχιδεῖς καὶ κέρατα καθάπερ θεός, ὁτὲ δὲ τὴν τῆς Ἀρτέμιδος, ἣν καὶ ἐπὶ τοῦ ἅρματος ἐφόρει πολλάκις, ἔχων τὴν Περσικὴν στολήν, ὑποφαίνων ἄνωθεν τῶν ὤμων τό τε τόξον καὶ τὴν σιβύνην, ἐνίοτε δὲ καὶ τὴν τοῦ Ἑρμοῦ: τὰ μὲν ἄλλα σχεδὸν καὶ καθ᾽ ἑκάστην ἡμέραν χλαμύδα τε πορφυρᾶν καὶ χιτῶνα μεσόλευκον καὶ τὴν καυσίαν ἔχουσαν τὸ διάδημα τὸ βασιλικόν, ἐν δὲ τῇ συνουσίᾳ τά τε πέδιλα καὶ τὸν πέτασον ἐπὶ τῇ κεφαλῇ καὶ τὸ κηρύκειον ἐν τῇ χειρί, πολλάκις δὲ καὶ λεοντῆν καὶ ῥόπαλον ὥσπερ Ἡρακλῆς. τί οὖν θαυμαστὸν εἰ καὶ καθ᾽ ἡμᾶς Κόμμοδος αὐτοκράτωρ ἐπὶ τῶν ὀχημάτων παρακείμενον εἶχεν τὸ Ἡράκλειον ῥόπαλον ὑπεστρωμένης αὐτῷ λεοντῆς καὶ Ἡρακλῆς καλεῖσθαι ἤθελεν, Ἀλεξάνδρου τοῦ Ἀριστοτελικοῦ τοσούτοις αὑτὸν ἀφομοιοῦντος θεοῖς, ἀτὰρ καὶ τῇ Ἀρτέμιδι; ἔρρανε δὲ Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάπεδον. ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τὰ ἄλλα θυμιάματα: εὐφημία τε καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας. ἀφόρητος γὰρ ἦν καὶ φονικός. ἐδόκει γὰρ εἶναι μελαγχολικός. ἐν Ἐκβατάνοις δὲ ποιήσας τῷ Διονύσῳ θυσίαν καὶ πάντων δαψιλῶς ἐν τῇ θοίνῃ [p. 432] παρασκευασθέντων, καὶ Σατραβάτης σατράπης τοὺς στρατιώτας εἱστίασε πάντας. ἀθροισθέντων δὲ πολλῶν ἐπὶ τὴν θέαν, φησὶν Ἔφιππος, κηρύγματα ἐγίνετο ' ὑπερήφανα καὶ τῆς Περσικῆς ὑπεροψίας αὐθαδέστερα. ἄλλων γὰρ ἄλλο τι ἀνακηρυττόντων καὶ στεφανούντων τὸν Ἀλέξανδρον, εἷς τις τῶν ὁπλοφυλάκων ὑπερπεπαικὼς πᾶσαν κολακείαν κοινωσάμενος τῷ ' Ἀλεξάνδρῳ ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν ὅτιΓόργος ὁπλοφύλαξ Ἀλέξανδρον Ἄμμωνος υἱὸν στεφανοῖ χρυσοῖς τρισχιλίοις, καὶ ὅταν Ἀθήνας πολιορκῇ, μυρίαις πανοπλίαις καὶ τοῖς ἴσοις καταπέλταις καὶ πᾶσι τοῖς ἄλλοις βέλεσιν εἰς τὸν πόλεμον ἱκανοῖς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: