previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐγκρυφίαν. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ καὶ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν τὸ μαρτύριον παραθήσομαι.


δίπυρον. Εὔβουλος ἐν Γανυμήδει.
διπύρους τε θερμούς. β. οἱ δίπυροι δ᾽ εἰσὶν τίνες;
β. ἄρτοι τρυφῶντες,
Ἀλκαῖος Γανυμήδει.

λάγανον. τοῦτο ἐλαφρὸν τ᾽ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἐπανθρακὶς καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων


λάγανα πέττεται, [p. 18]
τῆς δ᾽ ἀπανθρακίδος Διοκλῆς Καρύστιος ἐν α Ὑγιεινῶν οὑτωσὶ λέγων δ᾽ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.” ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ παρ᾽ Ἀττικοῖς ἐγκρυφίας: ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ. 75. Ἐπίχαρμος δ᾽ ἐν Ἥβης γάμῳ κἀν Μούσαιςτοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένουἄρτων ἐκτίθεται γένη κριβανίτην, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: