previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. κύαθον δ᾽ ἐπὶ τοῦ ἀντλητῆρος Πλάτων εἴρηκεν ἐν Φάωνι οὕτως:

τῷ στόματι τὸν κύαθονὧδ᾽ εἰληφότες.
καὶ ἐν Πρέσβεσι;

κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε. [p. 420]
Ἄρχιππος Ἰχθύσι:

κύαθον ἐπριάμην παρὰ Δαισίου.
τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους:

ὑπωπιασμέναι
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι::
τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας καὶ Κρατῖνος, ἔτι δ᾽ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δ᾽ ἐν Λήροις 'ἀργυροῦν κύαθον ὠνόμασε. Τίμων δ᾽ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί: 'ἀπληστοίνους τ᾽ ἀρυσαίνας ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι. Σιμωνίδης:

ἔδωκεν οὐδεὶς οὐδ᾽ ἀρυστῆρα τρυγός.
Ἀριστοφάνης δ᾽ ἐν Σφηξὶν

ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
Φρύνιχος Ποαστρίαις: 'κύλικ᾽ ἀρύστιχον.' ἔνθεν καὶ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς Ζηνοφάνης ἐν τῷ Συγγενικῷ. Πολύβιος δ᾽ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: