previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. τοιούτους ἔδει καὶ τοὺς λοιποὺς εἶναι πλουσίους: ὡς τοῖς γε μὴ τοῦτο ποιοῦσιν ἐρεῖ τιςτί μικρολόγος εἶ, πλεῖαί τοι οἴνου κλισίαι: δαίνυ δαῖτα γέρουσι θάλειαν: ἔοικέ τοι.’ τοιοῦτος ἦν τῇ μεγαλοψυχίᾳ μέγας Ἀλέξανδρος. Κόνων δὲ τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ ἑκατόμβην τῷ ὄντι θύσας καὶ ου᾽ ψευδωνύμως, πάντας Ἀθηναίους εἱστίασεν. Ἀλκιβιάδης δὲ Ὀλύμπια νικήσας ἅρματι πρῶτος καὶ δεύτερος καὶ τέταρτος, εἰς ἃς νίκας καὶ Εὐριπίδης ἔγραψεν ἐπινίκιον, θύσας Ὀλυμπίῳ Διὶ τὴν πανήγυριν πᾶσαν εἱστίασε. τὸ αὐτὸ ἐποίησε καὶ Λεώφρων Ὀλυμπίασιν, ἐπινίκιον γράψαντος τοῦ Κείου Σιμωνίδου. Ἐμπεδοκλῆς δ᾽ Ἀκραγαντῖνος ἵπποις Ὀλύμπια νικήσας, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ τῶν πολυτελεστάτων ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασιν. δὲ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον.

τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα
εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων τοῦ
δύνασθαι παραβοηθεῖν τοῖς φίλοις [p. 14]
σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς
ἔχομεν ὁμοίας: οὐδὲ τοῖς λαμπροῖσι
γὰρ δείπνοις τὸ πεινῆν παύεται,
Ἀντιφάνης φησίν. ὅτι Ξενοκράτης Χαλκηδόνιος καὶ Σπεύσιππος Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε. ἀλλὰ μὴν καὶ Ἀκραγαντῖνος Τελλίας, φιλόξενος ὢν καὶ πάντας πολυωρῶν, πεντακοσίοις ἱππεῦσιν ἐκ Γέλας ποτὲ καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: