Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀγαθῶν εἰς τὸ μηδὲν ἡ μεταβολή, φοβερώτατον ὁρῶσι τέλος, ἐν ᾧ παύσεται τὸ μακάριον. οὐ γὰρ ὡς ἀρχὴν ἑτέρου τὴν ἀναισθησίαν δέδιεν ἡ φύσις, ἀλλ᾽ ὅτι τῶν παρόντων ἀγαθῶν στέρησίς ἐστι: τὸ γὰρ
οὐ πρὸς ἡμᾶς παντὸς ἀναιρέσει τοῦ ἡμετέρου γιγνόμενον
ἤδη πρὸς ἡμᾶς ἐστι τῇ ἐπινοίᾳ: καὶ τὸ ἀναίσθητον
οὐ λυπεῖ τότε τοὺς μὴ ὄντας, ἀλλὰ τοὺς
ὄντας εἰς τὸ μὴ εἶναι βαπτομένους ὑπ᾽ αὐτοῦ καὶ
μηδ᾽ ὣς δυσομένους. ὅθεν οὐδ᾽ ὁ Κέρβερος οὔθ᾽
[p. 420]
ὁ Κωκυτὸς ἀόριστον ἐποίησε τοῦ θανάτου τὸ δέος, ἀλλ᾽ ἡ τοῦ μὴ ὄντος ἀπειλή, μεταβολὴν εἰς τὸ εἶναι πάλιν οὐκ ἔχουσα τοῖς φθαρεῖσι ‘δὶς γὰρ οὐκ ἔστι
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.