Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ στενότερος ... βαρύτερον φθέγγεται: καὶ διὰ τί, τῆς σύριγγος ἀνασπωμένης, πᾶσιν ὀξύνεται τοῖς
φθόγγοις, κλινομένης δέ, πάλιν βαρύνει, καὶ συναχθεὶς πρὸς τὸν ἕτερον βαρύτερον διαχθεὶς δ᾽ ὀξύτερον ἠχεῖ καὶ τί δήποτε τῶν θεάτρων ἂν ἄχυρα τῆς ὀρχήστρας κατασκεδάσῃς ἢ χοῦν, ὁ λαὸς τυφλοῦται: καὶ χαλκοῦν Ἀλέξανδρον ἐν Πέλλῃ βουλόμενον
ποιῆσαι τὸ προσκήνιον οὐκ εἴασεν ὁ τεχνίτης, ὡς διαφθεροῦντα τῶν ὑποκριτῶν τὴν φωνήν: καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματικόν, ἡ δ᾽ ἁρμονία συνίστησιν. ἢθη δὲ ποιητῶν καὶ πλάσματα καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν
τῷ πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.