Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν δ᾽ ἀφίστασθαι. ‘πιθανὸν δέ’ φησὶ ‘μηδ᾽ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον’ εἴπερ οὖν τὸ ἀνδρίζεσθαι
τοιοῦτόν ἐστιν οἷον ἀνδρείᾳ χρῆσθαι καὶ τὸ
δειλαίνειν οἷον δειλίᾳ χρῆσθαι, μαχόμενα λέγουσι λέγοντες κατὰ πάσας
μὲν ἅμα τὰς ἀρετὰς καὶ τὰς κακίας ἐνεργεῖν τὸν ἔχοντα, μὴ ἀεὶ δὲ τὸν ἀστεῖον ἀνδρίζεσθαι μηδὲ δειλαίνειν τὸν φαῦλον.
τὴν ῥητορικὴν ὁρίζεται τέχνην, περὶ κόσμου
[p. 252] καὶ εἰρημένου λόγου τάξιν: ἔτι δ᾽ ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν ‘οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφεσθαι κἀπὶ
τῶν λόγων ᾧ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς
ἐπιβαλλούσας τάσεις τῆς φωνῆς καὶ σχηματισμοὺς
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.