This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πυρὸς τὸ δ᾽ ὕδωρ πρὸ τῆς γῆς, ταῦτα πρῶτον ἀλλήλοις ἐκέρασεν εἶτα διὰ τούτων ἐκεῖνα πρός τε
[p. 213] ταῦτα καὶ ἄλληλα συνέμιξε καὶ συνήρμοσεν. ἐνταῦθα
δὲ πάλιν τὸ ταὐτὸν καὶ τὸ θάτερον, ἐναντίας δυνάμεις καὶ ἀκρότητας ἀντιπάλους, συνήγαγεν οὐ δι᾽ αὑτῶν, ἀλλ᾽ οὐσίας ἑτέρας μεταξύ, τὴν μὲν ἀμέριστον
πρὸ τοῦ ταὐτοῦ, πρὸ δὲ τοῦ θατέρου τὴν μεριστήν,
ἔστιν προσήκουσαν ἑκατέραν ἑκατέρᾳ τάξας, εἶτα μιχθείσαις ἐκείναις ἐπεγκεραννύμενος, οὕτω τὸ πᾶν συνύφηνε τῆς ψυχῆς εἶδος, ὡς: ἦν ἀνυστόν, ἐκ διαφόρων ὅμοιον ἔκ τε πολλῶν ἓν ἀπεργασάμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.