previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ψαύουσαν τοῦ ὄντος. διὸ καὶ δυσανάκρατος κοινωνία γέγονεν αὐτῶν, τῷ ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν. ἦν δὲ τὸ θάτερον οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλ᾽ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος. ἑκάτερον γὰρ ἀπὸ τῆς ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐτὸν ἀπὸ τοῦ ἑνὸς τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος καὶ μέμικται πρῶτον ἐνταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ θάτερον ἐγγενόμενον τῷ ταὐτῷ διαφοράν, τὸ δὲ ταὐτὸν ἐν τῷ ἑτέρῳ τάξιν, ὡς δῆλόν ἐστιν ἐν ταῖς πρώταις τῆς ψυχῆς δυνάμεσιν εἰσὶ δ᾽ αὗται τὸ κριτικὸν καὶ τὸ κινητικόν. μὲν οὖν κίνησις εὐθὺς ἐπιδείκνυται περὶ τὸν οὐρανὸν [p. 212] ἐν μὲν τῇ ταὐτότητι τὴν ἑτερότητα τῇ περιφορᾷ τῶν ἀπλανῶν, ἐν δὲ τῇ ἑτερότητι τὴν ταὐτότητα τῇ τάξει τῶν πλανήτων: ἐπικρατεῖ γὰρ ἐν ἐκείνοις τὸ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: