ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτοκαὶ βραχέα πρὸς τούτοις ἕτερα. τοῖς δ᾽ ἄλλοις μυρίοις οὖσιν ἄρθρου μὴ προσόντος, οὐδὲν εἰς σαφήνειαν οὐδὲ κάλλος ἡ φράσις βλάπτεται.
καὶ μὴν οὔτε ζῷον οὔτ᾽ ὄργανον οὔθ᾽ ὅπλον οὔτ᾽ ἄλλο τῶν ὄντων οὐδὲν οἰκείου μέρους ἀφαιρέσει καὶ στερήσει πέφυκε γίγνεσθαι κάλλιον οὐδ᾽ ἐνεργέστερον οὐδ᾽ ἣδιον: λόγος δέ, συνδέσμων ἐξαιρεθέντων, πολλάκις ἐμπαθεστέραν καὶ κινητικωτέραν ἔχει δύναμιν ὡς ὁ τοιοῦτος
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,