This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐκ ἴσος δ᾽ ἔτι καὶ οὗτος ὁ ἀγὼν τοῖς
Στωικοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς
τόνος: εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες ὡς οὔτ᾽ ἀγαθὸν οὔτε προηγούμενον οὔτ᾽ οἰκεῖον οὕτω περὶ τὰ τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς,
εἰ μύρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων,
μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δ᾽ ὥσπερ εἰς τὰς ἐφημερίδας φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς,
τὸ δ᾽ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται. ‘ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.