This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις
καὶ γυναικώδεις γαργαλισμούς. ταῦτα τὴν
ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδ᾽ ὀρχήμασι γλαφυροῖς μηδ᾽ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ
τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον.
οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι
ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης. διὰ τοῦτο διέταττεν ὁ θεῖος: Λυκοῦργος
ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ τὰς ἐρέψεις,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.