next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

επὶ τὰ ἕωλοι τῆς σαρκοφαγίοις προσφάτους ἡμᾶς λόγος παρακαλεῖ ταῖς τε διανοίαις καὶ ταῖς προθυμίαις γενέσθαι. χαλεπὸν μὲν γάρ, ὥσπερ Κάτων ἔφησε, λέγειν πρὸς γαστέρας ὦτα μὴ ἐχούσας: καὶ πέποται τῆς συνηθείας κυκεών, ὥσπερ τῆς Κίρκης
ὠδίνας ὀδύνας κυκεὼν ἀπάτας τε γόους τε:
καὶ τὸ ἄγκιστρον ἐκβάλλειν τῆς σαρκοφαγίας ὡς ἐμπεπηγμένον τῇ φιληδονίᾳ καὶ διαπεπαρμένον οὐ ῥᾴδιόν ἐστιν. ἐπεὶ καλῶς εἶχεν, ὥσπερ Αἰγύπτιοι τῶν νεκρῶν τὴν κοιλίαν ἐξελόντες καὶ πρὸς τὸν ἥλιον ἀνασχίζοντες ἐκβάλλουσιν ὡς αἰτίαν ἁπάντων ὧν ἄνθρωπος; ἥμαρτεν, οὕτως ἡμᾶς ἑαυτῶν τὴν γαστριμαργίαν καὶ μιαιφονίαν ἐκτεμόντας ἁγνεῦσαι τὸν λοιπὸν βίον ἐπεὶ γε γαστὴρ οὐ μιαιφόνον ἐστὶν ἀλλὰ μιαινόμενον ἀπὸ τῆς ἀκρασίας. οὐ μὴν ἀλλ᾽ εἰ καὶ ἀδύνατον νὴ Δία διὰ τὴν συνήθειαν τὸ [p. 112] ἀναμάρτητον, αἰσχυνόμενοι τῷ ἁμαρτάνοντι χρησόμεθα διὰ τὸν λόγον, ἐδόμεθα σάρκας, ἀλλὰ πεινῶντες οὐ τρυφῶντες: ἀναιρήσομεν ζῷον, ἀλλ᾽ οἰκτείροντες καὶ ἀλγοῦντες, οὐχ ὑβρίζοντες οὐδὲ βασανίζοντες: οἷα νῦν πολλὰ δρῶσιν οἱ μὲν εἰς σφαγὴν ὑῶν ὠθοῦντες ὀβελοὺς διαπύρους, ἵνα τῇ βαφῇ τοῦ σιδήρου περισβεννύμενον τὸ αἷμα καὶ διαχεόμενον τὴν σάρκα θρύψῃ καὶ μαλάξῃ: οἱ δ᾽ οὔθασι συῶν ἐπιτόκων ἐναλλόμενοι καὶ λακτίζοντες, ἵν᾽ αἷμα καὶ γάλα καὶ λύθρον ἐμβρύων ὁμοῦ συμφθαρέντων ἐν ὠδῖσιν ἀναδεύσαντες, Ζεῦ καθάρσιε, φάγωσι τοῦ ζῴου τὸ μάλιστα φλεγμαῖνον ἄλλοι γεράνων ὄμματα καὶ κύκνων ἀπορράψαντες καὶ ἀποκλείσαντες ἐν σκότει πιαίνουσιν, ἀλλοκότοις μίγμασι καὶ καρυκείαις τισὶν αὐτῶν τὴν σάρκα ὀψοποιοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Harold Cherniss and William C. Helmbold, 1957)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: