Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδ᾽ ἐν περιουσίᾳ τινὶ ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτ᾽ ἦλθον: ἀλλ᾽ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες: ὦ μακάριοι. καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν; ὅσα τρυγᾶται; ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν; ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.