previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀριστότιμος. μὲν ἀγορὰ τοῖς δικαζομένοις ... τὰ δὲ τὸν γόνον ἀναλίσκει περὶ τὰς ἀποκυήσεις ἐπιτρέχοντα τοῖς θήλεσι: κεστρέως δὲ γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν: δὲ πολύπους αὑτὸν ἐσθίων κάθηται χειμῶνος
ἐν τ᾽ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισιν
οὕτως ἀργὸς ἀναίσθητος γαστρίμαργος πᾶσι τούτοις ἔνοχός ἐστι. διὸ καὶ Πλάτων αὖ πάλιν [p. 30] ἀπεῖπε νομοθετῶν μᾶλλον δ᾽ ἀπεύξατο τοὺς νέους θαλαττίου θήρας ἔρωτα λαβεῖν : οὐδὲν γὰρ ἀλκῆς γυμνάσιον οὐδὲ μελέτημα σοφίας οὐδ᾽ ὅσα πρὸς ἰσχὺν τάχος κινήσεις διαπονοῦσι τοῖς πρὸς λάβρακας γόγγρους σκάρους ἀγῶσιν: ὥσπερ ἐνταῦθα τὰ μὲν θυμοειδῆ τὸ φιλοκίνδυνον καὶ τὸ ἀνδρεῖον ἀσκεῖ τῶν μαχομένων, τὰ δὲ πανοῦργα τὸ φροντιστικὸν καὶ συνετὸν τῶν ἐπιτιθεμένων, τὰ δὲ ποδώκη τὸ ῥωμαλέον καὶ φιλόπονον τῶν διωκόντων. καὶ ταῦτα τὸ κυνηγεῖν καλὸν πεποίηκε: τὸ δ᾽ ἁλιεύειν ἀπ᾽ οὐδενὸς ἔνδοξον οὐδέ γε θεῶν τις ἠξίωσεν ἑταῖρεγογγροκτόνος,’ ὥσπερ Ἀπόλλωνλυκοκτόνος,’ οὐδὲτριγλοβόλος,’ ὥσπερἐλαφηβόλος Ἄρτεμις, λέγεσθαι. καὶ τί θαυμαστόν, ὅπου καὶ ἀνθρώπῳ σῦν μὲν καὶ ἔλαφον καὶ νὴ Δία δορκάδα καὶ λαγωὸν ἑλεῖν κάλλιον πρίασθαι, θύννον δὲ καὶ κάραβον καὶ ἀμίαν σεμνότερόν ἐστιν αὐτὸν ὀψωνεῖν ἁλιεύειν; τὸ γὰρ ἀγεννὲς καὶ ἀμήχανον ὅλως καὶ ἀπάνουργον αὐτῶν αἰσχρὸν καὶ ἄζηλον καὶ ἀνελεύθερον τὴν ἄγραν πεποίηκε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: