previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ μὴν Ἀρτέμιδός γε Δικτύννης Δελφινίου τ᾽ Ἀπόλλωνος ἱερὰ καὶ βωμοὶ παρὰ πολλοῖς εἰσιν Ἑλλήνων ὃν δ᾽ αὐτὸς ἑαυτῷ τόπον ἐξαίρετον θεὸς πεποίηται, ... Κρητῶν ἀπογόνους οἰκοῦντας ἡγεμόνι δελφῖνι χρησαμένους οὐ γὰρ θεὸς προενήχετο τοῦ στόλου μεταβαλὼν τὸ εἶδος, ὡς οἱ μυθογράφοι λέγουσιν, ἀλλὰ δελφῖνα πέμψας τοῖς ἀνδράσιν ἰθύνοντα τὸν πλοῦν κατήγαγεν εἰς Κίρραν. ἱστοροῦσι δὲ καὶ τοὺς πεμφθέντας εἰς Σινώπην ὑπὸ Πτολεμαίου τοῦ Σωτῆρος; ἐπὶ τὴν Σαράπιδος κομιδήν, Σωτέλη καὶ Διονύσιον, ἀπωσθέντας ἀνέμῳ [p. 78] βιαίῳ κομίζεσθαι παρὰ γνώμην ὑπὲρ Μαλέαν, ἐν δεξιᾷ Πελοπόννησον ἔχοντας, εἶτα ῥεμβομένους καὶ δυσθυμοῦντας αὐτοὺς προφανέντα δελφῖνα πρῴραθεν ὥσπερ ἐκκαλεῖσθαι καθηγούμενον εἰς τὰ ναύλοχα καὶ σάλους μαλακοὺς ἔχοντα τῆς χώρας καταμένειν ἀσφαλεῖς, ἄχρι οὗ τοῦτον τὸν τρόπον ἄγων καὶ παραπέμπων τὸ πλοῖον εἰς Κίρραν κατέστησεν. ὅθεν ἀναβατήριον θύσαντες, ἔγνωσαν ὅτι δεῖ δυεῖν ἀγαλμάτων τὸ μὲν τοῦ Πλούτωνος ἀνελέσθαι καὶ κομίζειν τὸ δὲ τῆς Κόρης ἀπομάξασθαι καὶ καταλιπεῖν. εἰκὸς μὲν οὖν ἦν καὶ τὸ φιλόμουσον ἀγαπᾶν τοῦ θηρίου τὸν θεόν: καὶ Πίνδαρος ἀπεικάζων ἑαυτὸν ἐρεθίζεσθαί φησιν
ἁλίου δελφῖνος ὑπόκρισιν
τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει
αὐλῶν ἐκίνης1 ἐρατὸν μέλος.
ἀλλὰ μᾶλλον ἔοικε τὸ φιλάνθρωπον αὐτοῦ θεοφιλὲς εἶναι: μόνος γὰρ ἄνθρωπον ἀσπάζεται, καθ᾽ ἄνθρωπὸς ἐστι. τῶν δὲ χερσαίων τὰ μὲν οὐδένα τὰ δ᾽ ἡμερώτατα μόνους περιέπει τοὺς τρέφοντας ὑπὸ χρείας, καὶ τοὺς συνήθεις κύων ἵππος ἐλέφας: αἱ δὲ χελιδόνες ὅσων μὲν δέονται τυγχάνουσιν εἰσοικισάμεναι, σκιᾶς καὶ ἀναγκαίας; ἀσφαλείας, [p. 79] φεύγουσι δὲ καὶ φοβοῦνται τὸν ἄνθρωπον ὥσπερ θηρίον. τῷ δὲ δελφῖνι παρὰ πάντα καὶ μόνῳ τὸ ζητούμενον ὑπὸ τῶν ἀρίστων φιλοσόφων ἐκεῖνο, τὸ φιλεῖν ἄνευ χρείας, φύσει πρὸς ἀνθρώπους ὑπάρχει μηδενὸς γὰρ εἰς μηδὲν ἀνθρώπου δεόμενος πᾶσιν εὐμενής τε φίλος ἐστὶ καὶ βεβοήθηκε πολλοῖς: ὧν τὰ μὲν Ἀρίονος οὐδεὶς ἀγνοεῖ: περιβόητα γάρ ἐστιν Ἡσιόδου δὲ κατὰ καιρὸν αὐτὸς ἡμᾶς, φίλε, ἀνέμνησας, ‘ἀτὰρ οὐ τέλος ἵκεο μύθωνἔδει δὲ τὸν κύνα διηγησάμενον μὴ παραλιπεῖν τοὺς δελφῖνας τυφλὸν γὰρ ἦν τὸ μήνυμα τοῦ κυνός, ὑλακτοῦντος, καὶ μετὰ βοῆς ἐπιφερομένου τοῖς φονεῦσιν, εἰ μὴ περὶ τὸ Νέμειον θαλάσσῃ διαφερόμενον ἀράμενοι δελφῖνες, ἕτεροι παρ᾽ ἑτέρων ἐκδεχόμενοι προθύμως,:, εἰς τὸ Ῥίον ἐκθέντες, ἔδειξαν ἐσφαγμένον. ἔναλον δὲ τὸν Αἰολέα Μυρσίλος Λέσβιος ἱστορεῖ, τῆς Σμινθέως ἐρῶντα θυγατρὸς ῥιφείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλιδῶν, καὶ αὐτὸν ἐξαλόμενον εἰς τὴν θάλασσαν ὑπὸ δελφῖνος σῶον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον. δὲ πρὸς τὸν Ἰασέα παῖδα τοῦ δελφῖνος εὔνοια καὶ φιλία δι᾽ ὑπερβολὴν ἔρως ἔδοξε συνέπαιζε γὰρ αὐτῷ καὶ συνενήχετο καθ᾽ ἡμέραν καὶ παρεῖχεν ἐν χρῷ ψαυόμενος ἔπειτα περιβαίνοντος, [p. 80] οὐκ ἔφευγεν, ἀλλ᾽ ἔφερε χαίρων, πρὸς ἔκαμπτε κλίνων, ὁμοῦ πάντων Ἰασέων ἑκάστοτε συντρεχόντων ἐπὶ τὴν θάλατταν. ὄμβρου δέ ποτε πολλοῦ μετὰ χαλάζης ἐπιπεσόντος, μὲν παῖς ἀπορρυεὶς ἐξέλιπεν, δὲ δελφὶν ὑπολαβὼν ἅμα τῷ νεκρῷ συνεξέωσεν αὐτὸς ἑαυτὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἀπέστη τοῦ σώματος, ἕως ἀπέθανε, δικαιώσας μετασχεῖν ἧς συναίτιος ἔδοξε γεγονέναι τελευτῆς. καὶ τοῦ πάθους ἐπίσημον Ἰασεῦσι τὸ χάραγμα τοῦ νομίσματός ἐστι, παῖς ὑπὲρ δελφῖνος ὀχούμενος. ἐκ δὲ τούτου καὶ τὰ περὶ Κοίρανον ὄντα μυθώδη πίστιν ἔσχε. Πάριος γὰρ ὢν τὸ γένος, ἐν Βυζαντίῳ δελφίνων βόλον, ἐνσχεθέντων σαγήνῃ καὶ κινδυνευόντων κατακοπῆναι, πριάμενος μεθῆκε πάντας: ὀλίγῳ δ᾽ ὕστερον ἔπλει πεντηκόντορον ἔχων, ὥς φασι, λῃστῶν ἄνδρας ἄγουσαν ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, ἐκεῖνον λέγουσι, δελφῖνος ὑποδραμόντος αὐτῷ καὶ ἀνακουφίζοντος, ἐξενεχθῆναι τῆς Σικύνθου κατὰ σπήλαιον, δείκνυται μέχρι νῦν καὶ καλεῖται Κοιράνειον ἐπὶ τούτῳ δὲ λέγεται ποιῆσαι τὸν Ἀρχίλοχονπεντήκοντ᾽ἀνδρῶν λίπε Κοίρανον ἤπιος Ποσειδῶν. ἐπεὶ δ᾽ ὕστερον ἀποθανόντος αὐτοῦ τὸ σῶμα πλησίον τῆς θαλάττης οἱ προσήκοντες ἔκαον, ἐπεφαίνοντο: [p. 81] πολλοὶ δελφῖνες; παρὰ τὸν αἰγιαλόν, ὥσπερ ἐπιδεικνύντες ἑαυτοὺς: ἥκοντας ἐπὶ τὰς ταφάς, καὶ παραμείναντες ἄχρι οὗ συνετελέσθησαν. δ᾽ Ὀδυσσέως ἀσπὶς ὅτι μὲν ἐπίσημον εἶχε δελφῖνα καὶ Στησίχορος,: ἱστόρηκεν: ἐξ ἧς δ᾽ αἰτίας, Ζακύνθιοι διαμνημονεύουσιν, ὡς Κριθεὺς μαρτυρεῖ: νήπιος γὰρ ὢν Τηλέμαχος, ὥς φασιν, εἰς ἀγχιβαθὲς τῆς θαλάττης ὀλισθὼν ἐσώθη, δελφίνων ὑπολαβόντων καὶ ἀνανηξαμένων ὅθεν ἐποιήσατο γλυφὴν τῇ σφραγῖδι καὶ τῆς ἀσπίδος κόσμον πατήρ, ἀμειβόμενος τὸ ζῷον. ἀλλ᾽ ἐπεὶ προειπὼν, ὡς οὐδὲ μῦθον ὑμῖν ἐρῶ καὶ αὐτὸς οὐκ οἶδ᾽ ὅπως πρὸς τοῖς δελφῖσιν ἔλαθον πορρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας εἰς τὸν Ὀδυσσέα καὶ Κοίρανον, ἐπιτίθημι δίκην ἐμαυτῷ: παύομαι: γὰρ ἤδη λέγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: