previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αυτ Τίς δέ, φίλε Σώκλαρε, τοῦτ᾽ ἠξίωσεν, ὄντος ἐν τοῖς πράγμασι τοῦ λογικοῦ, μὴ εἶναι τὸ ἄλογον; πολὺ γάρ ἐστι καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον ὡς ἄλογον καὶ ἀνόητον ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν ἀλλὰ τὴν ἔμψυχον [p. 15] φύσιν ἔχειν τὸ μὲν λογικὸν τὸ δ᾽ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικὸν τὸ δ᾽ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθητικὸν τὸ δ᾽ ἀναίσθητον ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν φύσις ἔχῃ γένος οἷον ἰσορροπούσας. εἰ δ᾽ ἄτοπος ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθητικὸν τὸ δ᾽ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον τὸ δ᾽ ἀφαντασίωτον, ὅτι πᾶν τὸ ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν οὐδ᾽ οὗτος ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου τὸ δ᾽ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηδὲ ἓν οἰομένους αἰσθήσεως μετέχειν μὴ καὶ συνέσεως, μηδ᾽ εἶναι ζῷον μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς, λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχον τι αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν: ἀλλ᾽ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν ὄντων δ᾽ ἀλλοτρίων, οὐδ᾽ ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως αἴσθησις ἑκάστῳ παρέχει τὰς δ᾽ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ [p. 16] λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν ἀλλ᾽ ὧν ἂν ἀφέλῃς παντάπασι προσδοκίαν μνήμην πρόθεσιν παρασκευὴν τὸ ἐλπίζειν τὸ δεδοικέναι τὸ ἐπιθυμεῖν τὸ ἀσχάλλειν, οὔτ᾽ ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων οὔτ᾽ ὤτων: αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλγεῖν, διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστίν, ἀποδεικνύων ὡς οὐδ᾽ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας: εἶτ᾽ αὖθις ἐπανῆλθε καὶ μεταθεῖ καὶ διώκει τῶν προϊεμένων ἕκαστον ἀναλεγόμενος: καὶ λέλεκται
νοῦς ὁρῇ καὶ καὶ ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά:
ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν, οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν, εἰ τῷ νοεῖν [p. 17] αἰσθάνεσθαι πεφύκαμεν. ἔστω δὲ μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον ἀλλ᾽ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τάλλότριον αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἢδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καί, μὴ παρόντων, ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καὶ ταυτί γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν, ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴνπρόθεσινὁριζόμενοισημείωσιν ἐπιτελειώσεως,’ τὴν δ᾽ἐπιβολὴν’ ‘ ‘’ ὁρμὴν πρὸ ὁρμῆς,’ ‘’ ‘παρασκευὴνδὲ πρᾶξιν πρὸ πράξεως, ‘’ ‘μνήμηνδὲκατάληψινἀξιώματος παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθητούτων γὰρ οὐδὲν τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲνἐννοίας:'’ καλοῦσι κινουμένας δὲδιανοήσεις.’ τὰ δὲ πάθη σύμπαντα κοινῶςκρίσεις φαύλας καὶ δόξαςὁμολογοῦντες; εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλ᾽ ἐπὶ σωφρονισμῷ, λύπην δι᾽ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. [p. 18] ἡδονῆς δὲ τῆ μὲν δι᾽ ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ δι᾽ ὀμμάτων γοητεία: χρῶνται δ᾽ ἑκατέροις ἐπὶ τὰ θηρία. κηλοῦνται μὲν γὰρ ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. δ᾽ ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν ὄψει μεθ᾽ ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους εὖ διαφέρειν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήθ᾽ ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλ᾽ὡσανεὶ μνημονεύειντὴν μέλιτταν καίὡσανεὶ παρασκευάζεσθαιτὴν χελιδόνα καὶὡσανεὶ θυμοῦσθαιτὸν λέοντα καὶὡσανεὶ φοβεῖσθαιτὴν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι μήτ᾽ βλέπειν μήτ᾽ ἀκούειν ἀλλ᾽ὡσανεὶ βλέπειναὐτὰ καὶὡσανεὶ ἀκούεινμηδὲ φωνεῖν ἀλλ᾽ὡσανεὶ φωνεῖν,’ μηδ᾽ ὅλως ζῆν ἀλλ᾽ὡσανεὶ ζῆνταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν, ὡς ἐγὼ πείθομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: