previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς δ᾽ ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. μὲν γὰρ ἀστήρ, ὧν ἂν ἅψηται, πάντα διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων, ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων προσπελαζόντων. τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. ἔνιοι δ᾽ ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθάνεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθησιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυνεύει: κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτε ἀμύνεσθαι δυνάμενον μήτε φυγεῖν ἀλλ᾽ ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ πηγνύμενον. δὲ καλούμενος ἁλιεὺς; γνώριμος μέν ἐστι πολλοῖς: καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν Ἀριστοτέλης καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτάνην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης ῥᾷστα πεφυκυῖαν. ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ [p. 63] πλησίον ἐνδίδωσι δακεῖν, καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγεται, μέχρι ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσισχόμενον. τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼν
ποντίου θηρὸς χρωτὶ μάλιστα νόον,
προσφέρων πάσαις πολίεσσιν ὁμίλει
καὶ Θέογνις ὁμοίωςπουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ
τῇπερ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.
μεταβάλλει γὰρ μὲν χαμαιλέων οὐδέν τι μηχανώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλ᾽ ὑπὸ δέους ἄλλως τρέπεται, φύσει ψοφοδεὴς ὢν καὶ δειλός. συνέπεται δὲ καὶ πνεύματος πλῆρες, ὡς Θεόφραστος: ὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος, τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. τοῦ δὲ πολύποδος ἔργον ἐστὶν οὐ πάθος μεταβολὴ μεταβάλλει γὰρ ἐκ προνοίας, μηχανῇ χρώμενος τοῦ λανθάνειν δέδιε καὶ λαμβάνειν οἷς τρέφεται παρακρουόμενος γὰρ τὰ μὲν αἱρεῖ μὴ φεύγοντα τὰ δ᾽ ἐκφεύγει παρερχόμενα. τὸ μὲν γὰρ αὑτοῦ τὰς πλεκτάνας κατεσθίειν αὐτὸν ψεῦδός ἐστιν: [p. 64] τὸ δὲ μύραιναν δεδιέναι καὶ γόγγρον ἀληθές ἐστιν: ὑπ᾽ ἐκείνων γὰρ κακῶς πάσχει, δρᾶν μὴ δυνάμενος ἐξολισθανόντων. ὥσπερ αὖ πάλιν κάραβος ἐκείνων μὲν ἐν λαβαῖς γενομένων περιγίγνεται ῥᾳδίως γὰρ ψιλότης οὐ βοηθεῖ πρὸς τὴν τραχύτητα τοῦ δὲ πολύποδος εἴσω τὰς πλεκτάνας διωθοῦντος ἀπόλλυται. καὶ τὸν κύκλον τοῦτον καὶ τὴν περίοδον ταῖς κατ᾽ ἀλλήλων διώξεσι καὶ φυγαῖς γύμνασμα καὶ μελέτην φύσις αὐτοῖς ἐναγώνιον πεποίηκε δεινότητος καὶ συνέσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: