previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἵνα δὲ κορυφὴν λόγος ἐπιθεὶς ἑαυτῷ παύσηται, φέρε κινήσαντες τὴν ἀφ᾽ ἱερᾶς βραχέα περὶ θειότητος αὐτῶν καὶ μαντικῆς εἴπωμεν. οὐ γάρ τι μικρὸν οὐδ᾽ ἄδοξον, ἀλλὰ πολὺ καὶ παμπάλαιον μαντικῆς μόριον οἰωνιστικὴ κέκληται τὸ γὰρ ὀξὺ καὶ νοερὸν αὐτῶν καὶ δι᾽ εὐστροφίαν ὑπήκοον ἁπάσης φαντασίας ὥσπερ ὀργάνῳ τῷ θεῷ παρέχει χρῆσθαι καὶ τρέπειν ἐπί τε κίνησιν ἐπί τε φωνὰς καὶ γηρύματα καὶ σχήματα νῦν μὲν ἐνστατικὰ νῦν δὲ φορὰ καθάπερ πνεύματα ταῖς μὲν ἐπικόπτοντα ταῖς δ᾽ ἐπευθύνοντα πράξεις καὶ ὁρμὰς εἰς τὸ τέλος. διὸ κοινῇ μὲν Εὐριπίδηςθεῶν κήρυκαςὀνομάζει τοὺς ὄρνιθας ἰδίᾳ δέ φησιν Σωκράτηςὁμόδουλον ἑαυτὸν ποιεῖσθαι τῶν κύκνων:’ ὥσπερ αὖ καὶ τῶν βασιλέων ἀετὸς μὲν Πύρρος ἥδετο καλούμενος Ἰέραξ δ᾽ Ἀντίοχος: ἰχθῦς; δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοήτους; λοιδοροῦντες σκώπτοντες [p. 54] ὀνομάζομεν. ἀλλὰ δὴ μυρίων μυριάκις εἰπεῖν παρόντων, προδείκνυσιν ἡμῖν καὶ προσημαίνει τὰ πεζὰ καὶ πτηνὰ παρὰ τῶν θεῶν, ἓν οὐκ ἔστι τοιοῦτον ἀποφῆναι τῷ προδικοῦντι τῶν ἐνύδρων, ἀλλὰ κωφὰ πάντα καὶ τυφλὰ τῆς προνοίας εἰς τὸν ἄθεον καὶ τιτανικὸν ἀπέρριπται τόπον ὥσπερ ἀσεβῶν χῶρον, οὗ τὸ λογικὸν καὶ νοερὸν ἐγκατέσβεσται τῆς ψυχῆς, ἐσχάτῳ δέ τινι συμπεφυρμένης καὶ κατακεκλυσμένης αἰσθήσεως μορίῳ, σπαίρουσι μᾶλλον ζῶσιν ἔοικεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: