previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καθόλου δέ, ἐπεὶ δἰ ὧν οἱ φιλόσοφοι δεικνύουσι τὸ μετέχειν λόγου τὰ ζῷα, προθέσεις εἰσὶ καὶ παρασκευαὶ καὶ μνῆμαι καὶ πάθη καὶ τέκνων ἐπιμέλειαι καὶ χάριτες εὖ παθόντων καὶ μνησικακίαι πρὸς τὸ λυπῆσαν, ἔτι δ᾽ εὑρέσεις τῶν ἀναγκαίων, ἐμφάσεις ἀρετῆς, οἷον ἀνδρείας κοινωνίας ἐγκρατείας μεγαλοφροσύνης σκοπῶμεν τὰ ἔναλα, [p. 31] εἰ τούτων ἐκεῖνα μὲν οὐδὲν πού τι παντελῶς ἀμαυρὸν αἴθυγμα καὶ δυσθέατον ἐνιδεῖν μάλα μόλις τεκμαιρομένῳ δίδωσιν: ἐν δὲ τοῖς πεζοῖς καὶ γηγενέσι λαμπρὰ καὶ ἐναργῆ καὶ βέβαια παραδείγματα τῶν εἰρημένων ἑκάστου λαμβάνειν ἔστι καὶ θεᾶσθαι. πρῶτον οὖν ὅρα προθέσεις καὶ παρασκευὰς ταύρων ἐπὶ μάχῃ κονιομένων καὶ κάπρων θηγόντων ὀδόντας: ἐλέφαντες δέ, τῆς ὕλης, ἣν ὀρύττοντες κείροντες ἐσθίουσιν, ἀμβλὺν τὸν ὀδόντα ποιούσης ἀποτριβόμενον, τῷ ἑτέρῳ πρὸς ταῦτα χρῶνται, τὸν δ᾽ ἕτερον ἔπακμον ἀεὶ καὶ ὀξὺν ἐπὶ τὰς ἀμύνας φυλάττουσιν. δὲ λέων ἀεὶ βαδίζει συνεστραμμένοις τοῖς ποσίν,- ἐντὸς ἀποκρύπτων τοὺς ὄνυχας, ἵνα μὴ τριβόμενοι τὴν ἀκμὴν ἀπαμβλύνωσι μηδὲ καταλείπωσιν εὐπορίαν τοῖς στιβεύουσιν: οὐ γὰρ ῥᾳδίως ὄνυχος εὑρίσκεται λεοντείου σημεῖον, ἀλλὰ μικροῖς καὶ τυφλοῖς ἴχνεσιν ἐντυγχάνοντες ἀποπλανῶνται καὶ διαμαρτάνουσιν. δ᾽ ἰχνεύμων ἀκηκόατε δήπουθεν ὡς οὐδὲν ἀπολείπει θωρακιζομένου πρὸς μάχην ὁπλίτου: τοσοῦτον γὰρ ἰλύος περιβάλλεται καὶ περιπήγνυσι τῷ σώματι χιτῶνα μέλλων ἐπιτίθεσθαι τῷ κροκοδείλῳ. τὰς δὲ χελιδόνων πρὸ τῆς τεκνοποιίας παρασκευὰς; ὁρῶμεν, ὡς εὖ τὰ στερεὰ κάρφη προϋποβάλλονται δίκην θεμελίων, εἶτα περιπλάττουσι τὰ κουφότερα κἂν πηλοῦ τινος ἐχεκόλλου δεομένην αἴσθωνται τὴν νεοττιάν, λίμνης θαλάττης ἐν χρῷ παραπετόμεναι ψαύουσι τοῖς πτίλοις ἐπιπολῆς, ὅσον νοτεραί, μὴ [p. 32] βαρεῖαι γενέσθαι τῇ ὑγρότητι, συλλαβοῦσαι δὲ κονιορτὸν οὕτως ἐξαλείφουσι καὶ συνδέουσι τὰ χαλῶντα καὶ διολισθάνοντα τῷ δὲ σχήματι τοὔργον οὐ γωνιῶδες οὐδὲ πολύπλευρον, ἀλλ᾽ ὁμαλὸν ὡς ἔνεστι μάλιστα καὶ σφαιροειδὲς ἀποτελοῦσι καὶ γὰρ μόνιμον καὶ χωρητικὸν τὸ τοιοῦτο καὶ τοῖς ἐπιβουλεύουσι θηρίοις ἔξωθεν ἀντιλήψεις οὐ πάνυ δίδωσι. τὰ δ᾽ ἀράχνης ἔργα, κοινὸν ἱστῶν γυναιξὶ καὶ θήρας σαγηνευταῖς ἀρχέτυπον, οὐ καθ᾽ ἓν ἄν τις θαυμάσειε καὶ γὰρ τοῦ νήματος ἀκρίβεια καὶ τῆς ὑφῆς τὸ μὴ διεχὲς μηδὲ στημονῶδες ἀλλὰ λείου συνέχειαν ὑμένος καὶ κόλλησιν ὑπό τινος ἀδήλως παραμεμιγμένης γλισχρότητος ἀπειργασμένον, τε βαφὴ τῆς χρόας ἐνάερον καὶ ἀχλυώδη ποιοῦσα τὴν ἐπιφάνειαν ὑπὲρ τοῦ λαθεῖν, αὐτή τε μάλιστα πάντων τῆς μηχανῆς αὐτῆς ἡνιοχεία καὶ κυβέρνησις, ὅταν ἐνσχεθῇ τι τῶν ἁλωσίμων, ὥσπερ δεινοῦ σαγηνευτοῦ, ταχὺ συναιρεῖν εἰς ταὐτὸ καὶ συνάγειν τὸ θήρατρον αἰσθανομένης καὶ φρονούσης, τῇ καθ᾽ ἡμέραν ὄψει καὶ θέᾳ τοῦ γιγνομένου πιστὸν ἔσχε τὸν λόγον. ἄλλως δ᾽ ἂν ἐδόκει μῦθος, ὥσπερ ἡμῖν ἐδόκει τὸ τῶν ἐν Λιβύῃ κοράκων, οἳ ποτοῦ δεόμενοι λίθους ἐμβάλλουσιν ἀναπληροῦντες καὶ ἀνάγοντες τὸ ὕδωρ, μέχρι ἂν ἐν ἐφικτῷ γένηται [p. 33] εἶτα μέντοι κύνα θεασάμενος ἐν πλοίῳ, τῶν ναυτῶν μὴ παρόντων, εἰς ἔλαιον ἀμφορέως ἀποδεοῦς ἐμβάλλοντα τῶν χαλίκων, ἐθαύμασα πῶς νοεῖ καὶ συνίησι τὴν γιγνομένην ἔκθλιψιν ὑπὸ τῶν βαρυτέρων τοῖς κουφοτέροις ὑφισταμένων. ὅμοια δὲ καὶ τὰ τῶν Κρητικῶν μελισσῶν καὶ τὰ τῶν ἐν Κιλικίᾳ χηνῶν: ἐκεῖναι μὲν γὰρ ἀνεμῶδές τι μέλλουσαι κάμπτειν ἀκρωτήριον ἑρματίζουσιν ἑαυτάς, ὑπὲρ τοῦ μὴ παραφέρεσθαι, μικροῖς λιθιδίοις: οἱ δὲ χῆνες τοὺς ἀετοὺς δεδοικότες, ὅταν ὑπερβάλλωσι τὸν Ταῦρον, εἰς τὸ στόμα λίθον εὐμεγέθη λαμβάνουσιν, οἷον ἐπιστομίζοντες αὑτῶν καὶ χαλινοῦντες τὸ φιλόφωνον καὶ λάλον, ὅπως λάθωσι σιωπῇ παρελθόντες. τῶν δὲ γεράνων καὶ τὸ περὶ τὴν πτῆσιν εὐδοκιμεῖ πέτονται γάρ, ὅταν πνεῦμα πολὺ καὶ τραχὺς ἀήρ, οὐχ, ὥσπερ εὐδίας οὔσης, μετωπηδὸν κόλπῳ μηνοειδοῦς περιφερείας, ἀλλ᾽ εὐθὺς εἰς τρίγωνον συνάγουσαι σχίζουσι τῇ κορυφῇ τὸ πνεῦμα περιρρέον, ὥστε μὴ διασπασθῆναι τὴν τάξιν. ὅταν δὲ κατάρωσιν ἐπὶ γῆν, αἱ προφυλακὴν ἔχουσαι νυκτὸς ἐπὶ θατέρου σκέλους ὀχοῦνται τὸ σῶμα, τῷ δ᾽ ἑτέρῳ ποδὶ λίθον περιλαβοῦσαι κρατοῦσι: συνέχει γὰρ τῆς ἁφῆς τόνος ἐν τῷ μὴ καθεύδειν πολὺν χρόνον: ὅταν δ᾽ ἀνῶσιν, ἐκπεσὼν λίθος ταχὺ διήγειρε τὴν προεμένην ὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ τόξα μασχάλῃ ὑποθεὶς καὶ [p. 34]
κραταιῷ περιβαλὼν βραχίονι,
εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον:
μηδ᾽ αὖ πάλιν τοῦ πρώτου ὑπονοήσαντος ὀστρέου μεμυκότος ἀνάπτυξιν ἐντυχόντα τοῖς ἐρωδιῶν σοφίσμασιν ὅταν γὰρ τὴν κόγχην καταπίῃ μεμυκυῖαν, ἐνοχλούμενος ἐγκαρτερεῖ, μέχρι ἂν αἴσθηται μαλασσομένην καὶ χαλῶσαν ὑπὸ τῆς θερμότητος: τότε δ᾽ ἐκβαλὼν κεχηνυῖαν καὶ ἀνεσπασμένην ἐξεῖλε τὸ ἐδώδιμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: