previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ παθητικῷ χρησαμένων. χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς: δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον , ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ κατ᾽ ἄλλην καὶ ἄλλην δύναμιν , ὧν Εἰλείθυια μὲν συντίθησιν Ἄρτεμις δ᾽ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν μὲν Ἄτροπος περὶ τὸν ἣλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν: ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν Λάχεσις, πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπ᾽ ἄλλων, δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: