Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Φρυγίᾳ τοὺς Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους
ἄλλους πολλαχόθι τῆς οἰκουμένης: ὧν ἱερὰ καὶ
[p. 470] τιμαὶ καὶ προσηγορίαι διαμένουσιν ἔτι: ἀπολείπουσι
δ᾽ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων. τυγχάνουσι δ᾽ οἱ μὲν πρότερον
οἱ δ᾽ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς
ψυχῆς: ἀποκρίνεται δ᾽ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, δι᾽ ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δ᾽ ἄλλως, ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίγνεσθαι ὀρεγομένην
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.