Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ πτοήσει συγκεκραμένην μετ᾽ ἐλπίδος ἡδείας ἔχουσι:
πολλὰς γὰρ ἐξωθεῖ καὶ ἀποκυματίζει γλιχομένας ἤδη τῆς σελήνης, ἐνίας δὲ καὶ τῶν ἐκεῖ περικάτω τρεπομένας
οἷον εἰς βυθὸν αὖθις ὁρῶσι καταδυομένας,
αἱ δ᾽ ἄνω γενόμεναι καὶ βεβαίως ἱδρυθεῖσαι πρῶτον
μέν, ὥσπερ οἱ νικηφόροι, περιίασιν ἀναδούμεναι στεφάνοις πτερῶν εὐσταθείας λεγομένοις, ὅτι τῆς ψυχῆς τὸ ἄλογον καὶ τὸ παθητικὸν εὐήνιον ἐπιεικῶς
τῷ λόγῳ καὶ κεκοσμημένον ἐν τῷ βίῳ παρέσχοντο.
[p. 467]
δεύτερον, ἀκτῖνι τὴν ὄψιν ἐοικυῖαι, πυρὶ δὲ τὴν ψυχὴν ἄνω κουφιζομένην, ὥσπερ ἐνταῦθα, τῷ περὶ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.