Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τούτων ἔρῃ, μέλλω γὰρ αὐτὸς διηγεῖσθαι. τὸν
[p. 465] ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυεῖν
δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται: μόριον
γὰρ εἶναί πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν
ἧττον ἐκείνων: ἁμαρτάνοντες, οἷς ἡ ψυχὴ δοκεῖ
μόριον εἶναι τοῦ σώματος: νοῦς γὰρ ψυχῆς ὅσῳ
ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον. ποιεῖ
δ᾽ ἡ μὲν ψυχῆς καὶ σώματος μῖξις τὸ ἄλογον καὶ
τὸ παθητικόν, ἡ δὲ νοῦ καὶ ψυχῆς σύνοδος λόγον,
ὧν τὸ μὲν ἡδονῆς ἀρχὴ καὶ πόνου τὸ δ᾽ ἀρετῆς
καὶ κακίας. τριῶν δὲ τούτων συμπαγέντων, τὸ μὲν σῶμ̓ ἡ γῆ τὴν δὲ ψυχὴν ἡ σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν ... ὥσπερ
αὖ τῇ σελήνῃ τὸ φέγγος. ὃν δ᾽ ἀποθνήσκομεν θάνατον,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.