Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σαφέστερον ἀκοῦσαι, ‘πολλά’ εἶπεν ‘ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρ᾽ Ἕλλησιν.
οἷον εὐθὺς ὀρθῶς Δήμητρα καὶ Κόρην ὀνομάζοντες
οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας
εἶναι τόπον νομίζουσιν ἡ μὲν γὰρ ἐν γῇ καὶ κυρία
τῶν περὶ γῆν ἐστιν ἡ δ᾽ ἐν σελήνῃ καὶ τῶν περὶ σελήνην. κόρη δὲ καὶ Φερσεφόνη κέκληται τὸ μὲν
ὡς φωσφόρος οὖσα,. κόρη δ᾽ ὅτι καὶ τοῦ ὄμματος,
ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος,, ὥσπερ
[p. 464]
τὸ ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν. τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.