Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ θυσίαν καὶ τὸν ἀπόπλουν ἐκπέμπειν κλήρῳ λαχόντας
ἐν πλοίοις τοσούτοις θεραπείαν τε πολλὴν καὶ παρασκευὴν ἀναγκαίαν μέλλουσι πλεῖν πέλαγος τοσοῦτον εἰρεσίᾳ καὶ χρόνον ἐπὶ ξένης βιοτεύειν πολὺν ἐμβαλλομένους: ἀναχθέντας οὖν χρῆσθαι τύχαις, ὡς εἰκός, ἄλλους ἄλλαις: τοὺς δὲ διασωθέντας
ἐκ τῆς θαλάττης πρῶτον μὲν ἐπὶ τὰς
[p. 461] προκειμένας νήσους οἰκουμένας δ᾽ ὑφ᾽ Ἑλλήνων κατίσχειν
καὶ τὸν ἥλιον ὁρᾶν κρυπτόμενον ὥρας μιᾶς ἔλαττον
ἐφ᾽ ἡμέρας τριάκοντα καὶ νύκτα τοῦτ᾽ εἶναι, σκότος ἔχουσαν ἐλαφρὸν καὶ λυκαυγὲς ἀπὸ δυσμῶν
περιλαμπόμενον ἐκεῖ διατρίψαντας ἡμέρας ἐνενήκοντα,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.