Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει
κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ
ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ
τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δ᾽ ἂν οἴομαι
πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν, ἀφορῶντας
οἷον ὑποστάθμην
καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς
καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.