Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ
Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς μήτ᾽ ἐσθίοντας μήτε πίνοντας ἀλλ᾽ εὐστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν
[p. 452]
ἄν τις ἐκεῖ φυομένην λάβοι, μὴ βρεχομένης τῆς σελήνης;’
ταῦτα τοῦ Θέωνος εἰπόντος, ‘κάλλιστὰ γ᾽
’ ἔφην ‘καὶ ἄριστα τῇ παιδιᾷ τοῦ λόγου τὰς ὀφρῦς
ἡμῶν ἔλυσας, δι᾽ ἃ καὶ θάρσος ἡμῖν ἐγγίγνεται πρὸς τὴν ἀπόκρισιν, μὴ πάνυ πικρὰν μηδ᾽ αὐστηρὰν εὐθύνην προσδοκῶσι: καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν οὐδὲν οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες
ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν, εὐθὺς οὖν τὸ πρῶτον οὐκ
ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν ἄνθρωποι τὴν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.