Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ἀφ᾽ ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν
ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβῃ τὸ σημεῖον,
ἀφ᾽ οὗ πέφυκεν ἡ ὄψις ἀνακλᾶσθαι, τυφλοῦται καὶ βλέπεται μὲν αὐτά, τὴν δ᾽ ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δ᾽ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ
τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφ᾽ ἡμᾶς ἀνακλᾶν ἀφ᾽
ἑαυτῆς τὴν σελήνην ἡδύς ἐστι. τὸν ὀφθαλμὸν ἥλιον
ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν
[p. 448] ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου δι᾽ εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γιγνομένην μετὰ πληγῆς
τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν: ἡ
δ᾽ ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστή, τί θαυμαστὸν
εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτ᾽ ἀφαλλομένη τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.