Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπολαβὼν δ᾽ ὁ Ἀπολλωνίδης ‘εἶτ᾽, ὦ πρὸς
αὐτῆς’ ἔφη ‘τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν
ἀφικνεῖσθαι δεῦρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον
οὐ λογίζεσθε κἀγὼ τουτὶ εἴπω; ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ φαινόμενον ἐν τοῖς μέσοις
ἀποστήμασι μέγεθος. τῶν δὲ μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖζον, ὥστε
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.