Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ ἡλίου καὶ
σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν ἡ γὰρ γῆ
[p. 437]
τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν ἣλιον: ἐκλείπει γὰρ οὗτος μὲν σελήνης σελήνη
δὲ γῆς ἐν μέσῳ τῶν τριῶν ἱσταμένης: ὧν γίγνεται
τὸ μὲν ἐν συνόδῳ τὸ δ᾽ ἐν διχομηνίᾳ’ καὶ ὁ Λεύκιος
ἔφη ‘σχεδὸν μέντοι τῶν λεγομένων κυριώτατα ταῦτ᾽ ἐστί: πρόσλαβε δὲ πρῶτον, εἰ βούλει, τὸν ἀπὸ τοῦ σχήματος τῆς σκιᾶς λόγον: ἔστι γὰρ κῶνος,
ἅτε καὶ μεγάλου πυρὸς; ἢ φωτὸς σφαιροειδοῦς ἐλάττονα σφαιροειδῆ δὲ περιβάλλοντος ὄγκον: ὅθεν ἐν
ταῖς ἐκλείψεσι τῆς σελήνης αἱ περιγραφαὶ τῶν μελαινομένων πρὸς τὰ λαμπρὰ τὰς ἀποτομὰς περιφερεῖς
ἴσχουσιν: ἃς γὰρ ἂν στρογγύλῳ στρογγύλῳ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.