Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σελήνην ἐκλείπουσαν ἢ τὸν ἣλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν: ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ ... . ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτω τόδε τὸ πάθος ‘ἔκλειψίς
ἐστιν ἡλίου σύνοδος σκιᾶς σελήνης, ἧς τὴν ἔκλειψιν
ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν
ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξαι πρὸς τὸν ἥλιον: ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς, οὐκ οἶδ᾽ ὅ τι λέγειν
ἑαυτῷ καταλέλοιπεν ἄστρου δὲ σκιὰν ἀδύνατον
γενέσθαι: τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλ᾽ ἀναιρεῖν πέφυκεν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.