Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὁρῶμεν ὑπ᾽ αὐτοῦ φωτιζομένην: οὐ γὰρ εἰς βάθος
ὥσπερ ὕδωρ οὐδὲ δι᾽ ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν: ἀλλ᾽ οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος
ἕτερος; περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον: ἡμισφαιρίου γὰρ
ὀλίγῳ δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν,
ὡς εἰ, τριῶν ὄντων οἷς τὸ ἀφ᾽ ἡλίου
φῶς πλησιάζει, γῆς σελήνης; ἀέρος, ὁρῶμεν οὐχ ὡς
ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ
ταὐτοῦ πέφυκεν.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.