Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ὀλισθάνειν ἐπέκεινα τῆς γῆς: ὁ γὰρ ἥλιος ἐπὶ τοῦ
ὁρίζοντος ὢν ἅπτεται τῇ ἀκτῖνι τῆς σελήνης: διὸ καὶ κλασθεῖσα πρὸς ἴσας ἐπὶ θάτερον ἐκπεσεῖται
πέρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν: ἢ διαστροφὴ μεγάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν ἐστιν’. ‘ἀλλὰ νὴ Δί᾽’ εἶπεν ὁ Λεύκιος
‘καὶ τοῦτ᾽ ἐρρήθη’ καὶ πρός γε Μενέλαον
ἀποβλέψας ἐν τῷ διαλέγεσθαι τὸν μαθηματικὸν
‘αἰσχύνομαι μέν’ ἔφη ‘σοῦ παρόντος, ὦ φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικήν, ὥσπερ θεμέλιον
[p. 430] τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν: ἀνάγκη
δ᾽ εἰπεῖν ὅτι τὸ πρὸς τὰς ἴσας γίγνεσθαι γωνίας ἀνάκλασιν πᾶσαν, οὔτε φαινόμενον αὐτόθεν οὔθ᾽ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.