Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πρόνοιαν ὁ λόγος, τῷ θεῷ δ᾽ ἡ τάξις τῶν ὄντων προσήκει καὶ τὸ διαιρεῖν, τί θαυμαστὸν οὕτω τετάχθαι,
καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν
πῦρ ἐκεῖ δ᾽, ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω
δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ , φύσιν
τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν; ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ
φέρεσθαι καθ᾽ ὃ πέφυκε, μήθ᾽ ἥλιος κυκλοφορείσθω
μήτε φωσφόρος; μηδὲ τῶν ἄλλων ἀστέρων ἄνω γὰρ οὐ κύκλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστ᾽ ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ , ὅταν δ᾽ εἰς τὸν οὐρανὸν παραγένηται,
τῇ δίνῃ συμπεριστρέφεσθαι , τί θαυμαστὸν
εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ : γενομένοις
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.