Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν
ἐν οὐρανῷ τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν,
ἀτρέμα, μὴ τραγικῶς, ἀλλὰ πράως σκοπῶμεν; ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ
γῆν ὅπου μὴ πέφυκεν οὖσαν: ἐπεὶ καὶ τὸ πῦρ τὸ
Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν ἐστὶν , ἀλλὰ πῦρ
ἐστι: καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περιληφθὲν ἔστι
μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἣκει δ᾽ ὅπου μὴ πέφυκεν ὑπ᾽ ἀνάγκης. αὐτὴ δ᾽ ἡ ψυχή, πρὸς Διός’ εἶπον ‘οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται
[p. 420] βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτ᾽ οὖν σώματι ψυχὴν
μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον ὑπὸ
βρίθους’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.