Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης.
ὅλως δ᾽ ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη, μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ᾗ βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν:
οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον:
γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν.’
‘πάνυ μὲν οὖν’ εἶπεν ὁ Φαρνάκης ‘τὸν μέσον τόπον ἔχουσαν, ὥσπερ αὐτῇ οἰκεῖον καὶ κατὰ
φυσιν: οὗτος γάρ ἐστι, περὶ: ὃν ἀντερείδει πάντα
τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν:
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.