Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοῦ σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος
ἀναμετροῦσιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδ᾽ Ὅμηρον,
ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα ‘θοήν’ ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν ὑπὸ τούτου δ᾽ ὅμως
[p. 411]
ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει δὴ πόσων, γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ᾗ βραχυτάτη, πλάτος τρισέληνον. ἀλλ᾽ ὅμως ὑπὲρ τῆς
σελήνης μὴ πέσῃ δεδοίκατε: περὶ δὲ τῆς γῆς ἴσως
Αἰσχύλος ὑμᾶς πέπεικεν, ὡς ὁ Ἄτλας
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.