Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν; ἀλλ᾽ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον. τοῦτο δ᾽ ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον
καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις : διωρίσθαι
γὰρ οὐκ ἔδει μέλαν καὶ σκιερόν, ἀλλ᾽ ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν, ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρ᾽ ἡμῖν ὁ μὲν ἐν βάθεσι
καὶ κοιλώμασι τῆς γῆς, οὗ
μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος:
ὁ δ᾽ ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ: πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.