previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴν τὴν πανσέληνον ἢδη σαφῶς ἐξελήλεγκται Λακεδαιμονίων καταψευδόμενος, ἥν φησι περιμένοντας αὐτοὺς εἰς Μαραθῶνα μὴ βοηθῆσαι τοῖς Ἀθηναίοις: οὐ γὰρ μόνον ἄλλας μυρίας ἐξόδους καὶ μάχας πεποίηνται μηνὸς ἱσταμένου, μὴ περιμείναντες τὴν πανσέληνον, ἀλλὰ καὶ ταύτης τῆς μάχης, ἕκτῃ Βοηδρομιῶνος ἱσταμένου γενομένης, ὀλίγον ἀπελείφθησαν, ὥστε καὶ θεάσασθαι τοὺς νεκροὺς ἐπελθόντες ἐπὶ τὸν τόπον. ἀλλ᾽ ὅμως ταῦτα περὶ τῆς πανσελήνου γέγραφενἀδύνατα δέ σφι τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον: ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς ἐνάτη ἐνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν, οὐ πλήρεος ἐόντος τοῦ κύκλου. οὗτοι μὲν οὖν τὴν πανσέληνον ἔμενονσὺ δὲ μεταφέρεις τὴν πανσέληνον εἰς ἀρχὴν μηνὸς οὖσαν διχομηνίας, καὶ τὸν οὐρανὸν ὁμοῦ καὶ τὰς ἡμέρας καὶ πάντα πράγματα συνταράσσεις: καὶ ταῦτα τὰ τῆς, Ἑλλάδος ἐπαγγελλόμενος γράφειν ἐσπουδακὼς δὲ περὶ τὰς Ἀθήνας διαφερόντως οὐδὲ τὴν πρὸς Ἄγρας πομπὴν ἱστόρηκας, ἣν, πέμπουσιν ἔτι νῦν τῇ Ἑκάτῃ χαριστήρια τῆς νίκης ἑορτάζοντες. ἀλλὰ τοῦτό γε βοηθεῖ τῷ Ἡροδότῳ [p. 229] πρὸς ἐκείνην τὴν διαβολήν, ἣν ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρ᾽ αὐτῶν. εἰ γὰρ ἀνέγνω ταῦτ᾽ Ἀθηναίοις, οὐκ ἂν εἴασαν οὐδὲ περιεῖδον ἐνάτῃ τὸν Φειδιππίδην παρακαλοῦντα Λακεδαιμονίους ἐπὶ τὴν μάχην ἐκ τῆς μάχης γεγενημένον, καὶ ταῦτα δευτεραῖον εἰς Σπάρτην ἐξ Ἀθηνῶν, ὡς αὐτός φησιν, ἀφιγμένον εἰ μὴ μετὰ τὸ νικῆσαι τοὺς πολεμίους Ἀθηναῖοι μετεπέμποντο τοὺς συμμάχους. ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν. ἀπαγγείλας δὲ τὴν ἐν Μαραθῶνι μάχην Ἡρόδοτος, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, καὶ τῶν νεκρῶν τῷ ἀριθμῷ καθεῖλε τοὔργον. εὐξαμένους γάρ φασι τοὺς Ἀθηναίους τῇ, Ἀγροτέρᾳ θύσειν χιμάρους ὅσους ἂν τῶν βαρβάρων καταβάλωσιν, εἶτα, μετὰ τὴν μάχην ἀναρίθμου πλήθους τῶν νεκρῶν ἀναφανέντος, παραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως καθ᾽ ἕκαστον ἐνιαυτὸν ἀποθύωσι πεντακοσίας τῶν χιμάρων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: