This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀλλὰ Μένανδρος; οὕτως ἔμιξε τὴν λέξιν, ὥστε πάσῃ
καὶ φύσει καὶ διαθέσει καὶ ἡλικίᾳ σύμμετρον εἶναι, καὶ ταῦτα νέος μὲν ἔτι τοῦ πράγματος ἁψάμενος,
ἐν ἀκμῇ δὲ τοῦ ποιεῖν καὶ διδάσκειν τελευτήσας, ὅτε μάλιστα καὶ πλείστην ἐπίδοσιν, ὡς Ἀριστοτέλης φησί, λαμβάνει τὰ περὶ τὴν λέξιν τοῖς γράφουσιν.
εἰ οὖν πρὸς τὰ πρῶτα τῶν Μενάνδρου δραμάτων
τὰ μέσα καὶ τὰ τελευταῖα παραβάλοι τις, ἐξ αὐτῶν ἐπιγνώσεται, ὅσα ἔμελλεν, εἰ ἐπεβίω, καὶ τούτοις ἕτερα προσθήσειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.