αὐτοσχεδιάσας, εὖ πρὸς αὐτὸ πεφυκώς. πρῶτος δ᾽ ἔγραψε στεφανωθῆναι αὐτὸν χρυσῷ στεφάνῳ Ἀριστόνικος; Νικοφάνους Ἀναγυράσιος, ὑπωμόσατο δὲ Διώνδας.
Ὑπερείδης
Ὑπερείδης Γλαυκίππου μὲν ἦν πατρὸς τοῦ Διονυσίου, τῶν δὲ δήμων Κολλυτεύς. ἔσχε δ᾽ υἱὸν ὁμώνυμον τῷ πατρὶ Γλαύκιππον, ῥήτορα καὶ λόγους συγγράψαντα: οὗ πάλιν Ἀλφίνους ἐγένετο. [p. 191] ἀκροατὴς δὲ Πλάτωνος γενόμενος τοῦ φιλοσόφου ἅμα Λυκούργῳ καὶ Ἰσοκράτους τοῦ ῥήτορος ἐπολιτεύσατο