‘ ’ αἰτήσας τε γραμματεῖον ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον
εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες,κεῖται δ᾽ ἡ εἰκὼν πλησίον τοῦ περισχοινίσματος καὶ τοῦ βωμοῦ τῶν δώδεκα θεῶν, ὑπὸ Πολυεύκτου πεποιημένη. ὡς δ᾽ ἔνιοί φασι, τοῦτο εὑρέθη [p. 187] γεγραμμένον ‘Δημοσθένης Ἀντιπάτρῳ χαίρειν’ ἀποθανεῖν δ᾽ αὐτὸν Φιλόχορος μέν φησι φάρμακον πιόντα Σάτυρος δ᾽᾽ ὁ συγγραφεὺς τὸν κάλαμον πεφαρμάχθαι,
οὔποτ᾽ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.