ἰὸν οὐδὲ πίνον, ἀλλὰ πάντες ἔτι ζῶντος προανῃρὲθησαν: τοὺς δὲ Δημάδου κατεχώνευσαν εἰς ἀμίδας: καὶ πολλαὶ τοιαῦτα τιμαὶ πεπόνθασιν οὐ μοχθηρίᾳ τοῦ λαβόντος μόνον ἀλλὰ καὶ μεγέθει τοῦ δοθέντος δυσχερανθεῖσαι. διὸ κάλλιστον καὶ βεβαιότατον [p. 117] εὐτέλεια τιμῆς φυλακτήριον, αἱ δὲ μεγάλαι καὶ ὑπέρογκοι καὶ βάρος ἔχουσαι παραπλησίως τοῖς ἀσυμμέτροις ἀνδριᾶσι ταχὺ περιτρέπονται.
ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατ᾽ Ἐμπεδοκλέα 1
ᾗ θέμις οὐ 2 καλέουσι, νόμῳ δ᾽ ἐπίφημι καὶ αὐτόςἐπεὶ τὴν γ᾽ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται