Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀναστρέψας ἔφρασε τὸ πρᾶγμα τῇ γυναικί, καὶ κελεύσας ἕπεσθαι συνεσκευασμένην εὐθὺς ἀπὸ τῶν θυρῶν ᾤχετ᾽ ἀπιὼν ἐκ τῆς πόλεως. ἔοικε δὲ καὶ Θεμιστοκλῆς, τοιούτου τινὸς ἀπαντῶντος αὐτῷ παρὰ τῶν Ἀθηναίων, εἰπεῖν ‘τί, μακάριοι, κοπιᾶτε πολλάκις εὖ πάσχοντες;᾽’ Τῶν δὲ τοιούτων τὰ μὲν ὀρθῶς τὰ δ᾽ οὐκ εὖ λέλεκται. τῇ μὲν γὰρ εὐνοίᾳ καὶ κηδεμονίᾳ δεῖ μηδενὸς ἀφεστάναι τῶν κοινῶν, ἀλλὰ πᾶσι προσέχειν καὶ γιγνώσκειν ἕκαστα, μηδ᾽ [p. 96] ὥσπερ ἐν πλοίῳ σκεῦος ἱερὸν ἀποκεῖσθαι τὰς ἐσχάτας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.