λαβὼν τὰ ὀφλήματα κουφίσαι καὶ τὴν σεισάχθειαν ῾ τοῦτο δ᾽ ἦν ὑποκόρισμα χρεῶν ἀποκοπῆς᾿ εἰσενεγκεῖν ἐκοινώσατο τοῖς φίλοις: οἱ δ̓ ἔργον ἀδικώτατον ἔπραξαν : ἐδανείσαντο γὰρ ὑποφθάσαντες ἀργύριον πολὺ καὶ μετ᾽ ὀλίγον χρόνον εἰς φῶς τοῦ νόμου προαχθέντος οἱ μὲν ἐφάνησαν οἰκίας τε λαμπρὰς καὶ γῆν συνεωνημένοι πολλὴν ἐξ ὧν ἐδανείσαντο χρημάτων, ὁ δὲ Σόλων αἰτίαν ἔσχε συναδικεῖν ἠδικημένος. Ἀγησίλαος δὲ περὶ τὰς τῶν φίλων σπουδὰς αὐτὸς αὑτοῦ γιγνόμενος ἀσθενέστατος καὶ ταπεινότατος ὥσπερ ὁ Εὐριπίδου Πήγασος
ἔπτηξ᾽ ὑπείκων μᾶλλον εἰ μᾶλλον θέλοι,'[p. 85] καὶ ταῖς ἀτυχίαις προθυμότερον βοηθῶν τοῦ δέοντος