Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ γὰρ εἰκὸς οὐδὲ πρέπον, ὥσπερ ἔνιοι φιλόσοφοι λέγουσι, τὸν θεὸν ἐν ὕλῃ πάντα πασχούσῃ καὶ πράγμασι μυρίας δεχομένοις ἀνάγκας καὶ τύχας καὶ μεταβολὰς ὑπάρχειν ἀναμεμιγμένον ἀλλ᾽ ὁ μὲν 1 ἄνω που περὶ τὴν ἀεὶ κατὰ ταὐτὰ οὕτω 2 φύσιν ἔχουσαν ἱδρυμένος ἐν βάθροις ἁγίοις, ᾗ φησι Πλάτων 3, εὐθείᾳ 4 περαίνει κατὰ φύσιν περιπορευόμενος οἷον δ᾽ ἥλιος 5 ἐν οὐρανῷ μίμημα τὸ περικαλλὲς αὐτοῦ δι᾽ ἐσόπτρου εἴδωλον ἀναφαίνεται τοῖς ἐκεῖνον ἐνορᾶν δι᾽ αὐτοῦ δυνατοῖς, οὕτω τὸ ἐν πόλεσι φέγγος εὐδικίας καὶ λόγου τοῦ περὶ αὑτὸν 6 ὥσπερ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.